• Μεγάλα γράμματα
  • Κανονικά γράμματα
  • Μικρά γράμματα

ΑΓ. ΙΩ. ΧΡΥΣΟΣΤΟΜΟΣ: Η ΤΡΑΓΩΔΙΑ ΚΑΙ Ο “ΘΡΙΑΜΒΟΣ” ΤΗΣ ΑΝΘΡΩΠΙΝΗΣ ΕΥΤΕΛΕΙΑΣ («Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν»)

E-mail Εκτύπωση PDF



Ἀπόσπασμα ἀπὸ τὸν Λόγο τοῦ Ἁγ. Ἰω Χρυσοστόμου
ΕΙΣ ΤΟ ΠΡΟΦΗΤΙΚΟΝ ΡΗΤΟΝ ΤΟ ΛΕΓΟΝ
 «Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν»
.          Φέρε οὖν, ἀγαπητέ, ∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν ἀνακρούσωμεν μέλος,  καὶ κατὰ τοῦ ∆αυῒδ τὴν ἀνθρωπίνην εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν·
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν·
Ταράσσεται, καὶ τὸ τέλος ἀπόλλυται·
ταράσσεται, καὶ πρὶν καταστῆναι καταποθεῖται·
ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται·


ὡς θύελλα ἐπαίρεται, καὶ ὡς κόνις ἐδαφίζεται·
ὡς φλὸξ ἀναῤῥιπίζεται, καὶ ὡς καπνὸς διαλύεται·
ὡς ἄνθος ὡραΐζεται, καὶ ὡς χόρτος ξηραίνεται·
ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται·
ὡς πομφόλυξ ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται·
ταράσσεται, καὶ τῇ ἀπληστίᾳ κερδαίνει τὴν δυσωδίαν·
ταράσσεται, καὶ τῶν ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται.
Αὐτοῦ αἱ ταραχαὶ, καὶ ἄλλων αἱ τρυφαί·
αὐτοῦ οἱ πόνοι, καὶ ἄλλων οἱ θησαυροί·
αὐτοῦ αἱ φροντίδες, καὶ ἄλλων αἱ εὐφροσύναι·
αὐτοῦ αἱ θλίψεις, καὶ ἄλλων αἱ ἀπολαύσεις·
αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι·
αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ ἄλλων αἱ ἡδοναί·
παρ᾽ αὐτῷ ὁ στεναγμὸς, καὶ παρ᾽ ἑτέροις οἱ πλεονασμοί·
παρ᾽ αὐτῷ τὰ δάκρυα, καὶ παρ᾽ ἑτέροις τὰ χρήματα·
αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πάλιν ἐν τοῖς αὐτοῦ ἐντρυφῶσι ψάλλοντες.
Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.
Ἄνθρωπος,
τὸ τῆς ζωῆς πρόσκαιρον δάνεισμα, τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα, τὸ ἐκ προαιρέσεως ἀδάμαστον ζῶον, τὸ αὐτοδίδακτον πονήρευμα,
τὸ αὐτομαθὲς ἐπιβούλευμα, τὸ εὔτεχνον εἰς κακουργίαν, τὸ εὐμήχανον εἰς ἀδικίαν, τὸ ἕτοιμον εἰς πλεονεξίαν, τὸ ἀκόρεστον εἰς ἀπληστίαν, τὸ εὐφυὲς εἰς ἀπιστίαν, τὸ ὑπέρογκον πνεῦμα, τὸ μεγαλοῤῥῆμον θράσος, τὸ εὐδιάλυτον φρύαγμα, τὸ εὐκαθαίρετον ὕψωμα, τὸ εὐάλωτον τόλμημα, ὁ πηλὸς ὁ αὐθάδης, ἡ τέφρα ἡ στασιώδης, ἡ κόνις ἡ μεγαλόφρων, ἡ σποδὸς ἡ πεφυσιωμένη, ὁ σπινθὴρ ὁ εὐκατάσβεστος, ἡ φλὸξ ἡ εὐμάραντος, ὁ εὐρίπιστος λύχνος, τὸ ἑτοιμοφθόρον ξύλον, ὁ εὐξήραντος χόρτος, ἡ εὐνέκρωτος χλόη, ἡ εὐδαπάνητος φύσις· ὁ σήμερον ἀπειλῶν, καὶ αὔριον τελευτῶν· ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ· ὁ σήμερον ἐν διαδήματι, καὶ αὔριον ἐν μνήματι· ὁ σήμερον ἐν πορφύρᾳ, καὶ αὔριον ἐν ἐκφορᾷ· ὁ σήμερον ἐν θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς· ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν· ὁ σήμερον ὤν, καὶ αὔριον μὴ ὤν· ὁ ἄρτι φρυαττόμενος, καὶ μετ᾽ ὀλίγον θρηνούμενος· ὁ ἐν εὐπραγίαις ἀφόρητος, καὶ ἐν δυσπραγίαις ἀπαραμύθητος· ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ αὐτὸν πολυπραγμονῶν· ὁ τὸ παρὸν οὐκ εἰδὼς, καὶ περὶ τῶν μελλόντων φανταζόμενος· ὁ φύσει θνητὸς, καὶ τῇ ἐπάρσει, ὡς νομίζει, αἰώνιος· τὸ πάσης ἀῤῥωστίας προκείμενον πάρεργον, τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον, τὸ τῶν πυρετῶν ἀδιάφορον καθημερινὸν γυμνάσιον, τὸ πάσης λύπης εὐπαράδεκτον πανδοχεῖον. Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία! Ὤ πόσος ὁ τῆς ἀνθρωπίνης εὐτελείας θρίαμβος!
Ὢ πόσα εἶπον, καὶ τῆς προφητικῆς φωνῆς οὐδὲν ἁρμοδιώτερον εὗρον,
τῆς λεγούσης·  Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν!

christian-vivliografia | 13 Νοεμβρίου 2012, 11:05 π.μ.


Add this to your website
Βρίσκεσθε εδώ: Ορθοδόξου οικοδομής ΑΓ. ΙΩ. ΧΡΥΣΟΣΤΟΜΟΣ: Η ΤΡΑΓΩΔΙΑ ΚΑΙ Ο “ΘΡΙΑΜΒΟΣ” ΤΗΣ ΑΝΘΡΩΠΙΝΗΣ ΕΥΤΕΛΕΙΑΣ («Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν»)